Ancient Greek · ~1 min
Section 371
Philo Judaeus, Legatio Ad Gaium 371
Not analysed yet
εἰ γὰρ χαρίσαιτο τοῖς ἡμετέροις ἐχθροῖς, τίς ἑτέρα πόλις ἠρεμήσει; τίς οὐκ ἐπιθήσεται τοῖς συνοικοῦσι; τίς ἀπαθὴς καταλειφθήσεται προσευχή; ποῖον πολιτικὸν οὐκ ἀνατραπήσεται δίκαιον τοῖς κοσμουμένοις κατὰ τὰ πάτρια τῶν Ἰουδαίων; ἀνατετράψεται, ναυαγήσει, κατὰ βυθοῦ χωρήσει καὶ τὰ ἐξαίρετα νόμιμα καὶ τὰ κοινὰ πρὸς ἑκάστας τῶν πόλεων αὐτοῖς δίκαια.