Ancient Greek · ~1 min
Section 44
Philo Judaeus, Legatio Ad Gaium 44
Not analysed yet
ἄτοπον γὰρ τὸν ἡγεμόνα γῆς καὶ θαλάττης νικᾶσθαι πρὸς ᾠδῆς ἢ ὀρχήσεως ἢ χλευαστικοῦ σκώμματος ἤ τινος τῶν ὁμοιοτρόπων, ἀλλὰ μὴ ἀεὶ καὶ πανταχοῦ μεμνῆσθαι τῆς ἡγεμονίας, καθάπερ ποιμένα τινὰ καὶ ἐπιστάτην ἀγέλης, τὰ πρὸς βελτίωσιν ἀπὸ παντὸς οὑτινοσοῦν ἐφ’ ἑαυτὸν ἕλκοντα καὶ λόγου καὶ πράγματος."