Ancient Greek · ~1 min
Section 46
Philo Judaeus, Legatio Ad Gaium 46
Not analysed yet
εἰ τὰ μηδὲν ὠφελοῦντα τὸν ἀνθρώπινον βίον, τέρψιν δὲ καὶ ἡδονὴν αὐτὸ μόνον παρέχοντα θεαταῖς, ἐκπονοῦσιν οὕτω τινές, ὡς ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι καὶ γέρα καὶ τιμὰς καὶ στεφάνους μετὰ κηρυγμάτων λαμβάνειν, τί χρὴ πράττειν τὸν τῆς ἀνωτάτω καὶ μεγίστης τέχνης ἐπιστήμονα;