Ancient Greek · ~2 min
Section 48
Philo Judaeus, Legatio Ad Gaium 48
Not analysed yet
φθόνος γὰρ οὐδέποτε πᾶσαν τὴν οἰκουμένην ἐκράτησεν, ἀλλ’ οὐδὲ τὰς μεγάλας αὐτῆς ἀποτομάς, ὅλην Εὐρώπην ἢ ὅλην Ἀσίαν· ἀλλ’ ἰοβόλου τρόπον ἑρπετοῦ φωλεύει βραχέσιν εἰσερπύσας χωρίοις ἀνδρὶ ἑνὶ ἢ οἴκῳ ἑνὶ ἤ, εἴ ποτε πολὺς ἄγαν πνέοι, πόλει μιᾷ· πρὸς δὲ μείζονα κύκλον ἔθνους ἢ χώρας οὐ πρόσεισι, καὶ μάλιστα ἀφ’ οὗ τὸ ὑμέτερον γένος τὸ Σεβαστὸν ὄντως ἤρξατο πρυτανεύειν τῶν πανταχοῦ πάντων.