Ancient Greek · ~1 min
Section 67
Philo Judaeus, Legatio Ad Gaium 67
Not analysed yet
κἄπειτα ἐκ μεταβολῆς —ὄχλος γὰρ ἀνίδρυτον ἐν ἅπασι, καὶ βουλαῖς καὶ λόγοις καὶ πράγμασιν —ἀπιστοῦντες, εἰ οὕτως ἀθρόαν ἐνδέδεκται τροπὴν ὁ πρὸ μικροῦ χρηστὸς καὶ φιλάνθρωπος ἴσος τε καὶ κοινωνικὸς εἶναι νομισθεὶς Γάιος, ἀπολογίας ἐσκόπουν καὶ διερευνῶντες εὕρισκον, ἐπὶ μὲν τῷ ἀνεψιῷ καὶ συγκληρονόμῳ τοιαῦτα φάσκοντες·