Ancient Greek · ~2 min
Section 69
Philo Judaeus, Legatio Ad Gaium 69
Not analysed yet
ἐπὶ δὲ Μάκρωνι· "πλέον ἐφυσήθη τοῦ μετρίου· τὸ Δελφικὸν γράμμα οὐ διανέγνω, τὸ ’γνῶθι σαυτόν’· φασὶ δὲ τὴν μὲν ἐπιστήμην εὐδαιμονίας τὴν δὲ ἄγνοιαν κακοδαιμονίας αἰτίαν εἶναι. τί παθὼν ὑπηλλάττετο καὶ μετετίθει τὸν μὲν ὑπήκοον αὑτὸν εἰς τάξιν ἄρχοντος, τὸν δὲ αὐτοκράτορα Γάιον εἰς ὑπηκόου χώραν; οἰκειότατον ἡγεμόνι μὲν τὸ προστάττειν, ὅπερ ἐποίει Μάκρων, ὑπηκόῳ δὲ τὸ πειθαρχεῖν, ὅπερ ὑπομένειν ἠξίου Γάιον. “