Ancient Greek · ~2 min
Section 7
Philo Judaeus, Legatio Ad Gaium 7
Not analysed yet
εἰ καὶ τὰς κολαστηρίους ἐν εὐεργέτισι τακτέον, οὐ μόνον ἐπειδὴ νόμων καὶ θεσμῶν εἰσι μοῖραι —νόμος γὰρ ἐκ δυοῖν συμπληροῦσθαι πέφυκε, τιμῆς ἀγαθῶν καὶ πονηρῶν κολάσεως —,ἀλλ’ ὅτι καὶ ἡ κόλασις νουθετεῖ καὶ σωφρονίζει πολλάκις μὲν καὶ τοὺς ἁμαρτάνοντας, εἰ δὲ μή, πάντως γοῦν τοὺς πλησιάζοντας· αἱ γὰρ ἑτέρων τιμωρίαι βελτιοῦσι τοὺς πολλοὺς φόβῳ τοῦ μὴ παραπλήσια παθεῖν.