Ancient Greek · ~2 min
Section 75
Philo Judaeus, Legatio Ad Gaium 75
Not analysed yet
διὰ μὲν τῆς Σιλανοῦ σφαγῆς τοῖς βουλευταῖς —ἦν γὰρ οὐδενὸς τῶν ἐν συγκλήτῳ δεύτερος —,διὰ δὲ τῆς Μάκρωνος τοῖς ἱππικοῖς —οἷα γὰρ χοροῦ τινος ἡγεμὼν ἐγεγένητο φερόμενος τὰ πρωτεῖα τιμῆς καὶ εὐδοξίας —,διὰ δὲ τῆς τοῦ ἀνεψιοῦ καὶ συγκληρονόμου τοῖς ἀφ’ αἵματος ἅπασιν, οὐκέτι ἠξίου μένειν ἐν τοῖς τῆς ἀνθρωπίνης φύσεως ὅροις, ἀλλ’ ὑπερέκυπτε σπουδάζων θεὸς νομίζεσθαι.