Ancient Greek · ~1 min
Section 81
Philo Judaeus, Legatio Ad Gaium 81
Not analysed yet
καίτοι τί παρασήμων ἔδει σοι, Γάιε, οἷς ἔθος ἀσκεῖσθαι τὰ τῶν εἰρημένων ἀφιδρύματα; ἐχρῆν γὰρ ζηλοῦν τὰς ἐκείνων ἀρετάς. Ἡρακλῆς ἐκάθηρε γῆν καὶ θάλατταν ἄθλους ἀναγκαιοτάτους καὶ ὠφελιμωτάτους ἅπασιν ἀνθρώποις ὑποστὰς ἕνεκα τοῦ τὰ βλαβερὰ καὶ κακωτικὰ φύσεως ἑκατέρας ἀνελεῖν.