Ancient Greek · ~1 min
Section 87
Philo Judaeus, Legatio Ad Gaium 87
Not analysed yet
ἐμιμήσω τοὺς Διοσκούρους εἰς φιλαδελφίαν; ἵνα ἐντεῦθεν ἄρξωμαι. τὸν μὲν ἀδελφὸν καὶ συγκληρονόμον ἐν ἀκμῇ τῆς πρώτης ἡλικίας, ὦ σιδήρειε καὶ ἀνηλεέστατε, ὠμῶς ἀπέσφαξας, τὰς δ’ ἀδελφὰς ὕστερον ἐφυγάδευσας· μὴ καὶ αὗται τὸν περὶ ἀφαιρέσεως ἀρχῆς φόβον εἰργάζοντό σοι; ἐμιμήσω Διόνυσον;