Ancient Greek · ~1 min
Section 99
Philo Judaeus, Legatio Ad Gaium 99
Not analysed yet
ἆρα οὐχ ὅτι προσήκει τὸν ἑρμηνέα καὶ προφήτην τῶν θείων, ἀφ’ οὗ καὶ Ἑρμῆς ὠνόμασται, τὰ ἀγαθὰ διαγγέλλοντα —κακοῦ γὰρ οὐχ ὅτι θεὸς ἀλλ’ οὐδὲ σοφὸς ἀνὴρ γίνεται μηνυτής —ποδωκέστατόν τε εἶναι καὶ μόνον οὐ πτηνὸν φέρεσθαι διὰ σπουδὴν ἀνυπέρθετον; ἐπειδὴ τὰ λυσιτελῆ φθάνοντας εὐαγγελίζεσθαι προσήκει, καθάπερ τὰ παλίμφημα μέλλοντας, εἰ μὴ ἐπιτρέποι τις αὐτὰ ἡσυχάζεσθαι.