Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 1-2
Not analysed yet
„Καὶ εἶπε κύριος ὁ θεός Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν“ (Gen. 2, 18). διὰ τί τὸν ἄνθρωπον, ὦ προφῆτα, οὐκ ἔστι καλὸν εἶναι μόνον; ὅτι, φησί, καλόν ἐστι τὸν μόνον εἶναι μόνον· μόνος δὲ καὶ καθ’ αὑτὸν εἷς ὢν ὁ θεός, οὐδὲν δὲ ὅμοιον θεῷ· ὥστ’ ἐπεὶ τὸ μόνον εἶναι τὸν ὄντα καλόν ἐστι —καὶ γὰρ περὶ μόνον αὐτὸν τὸ καλόν —,οὐκ ἂν εἴη καλὸν τὸ εἶναι τὸν ἄνθρωπον μόνον.