Ancient Greek · ~2 min
101 to 102
Philo Judaeus, Legum allegoriarum libri i‑iii 101-102
Not analysed yet
ἑξῆς κἀκεῖνο διαπορητέον· ὅτε μὲν παραινεῖ ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου ἐσθίειν, ἕνα προτρέπει, ὅτε δὲ ἀπαγορεύει χρῆσθαι τῷ πονηροῦ καὶ καλοῦ αἰτίῳ, πλείοσι διαλέγεται· ἐκεῖ μὲν γάρ φησιν „ἀπὸ παντὸς φάγῃ“, ἐνταῦθα δὲ „οὐ φάγεσθε“ καὶ „ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε“, οὐχὶ φάγῃς, καὶ „ἀποθανεῖσθε“, οὐχὶ ἀποθανῇ. λεκτέον οὖν τάδε, ὅτι πρῶτον μὲν σπάνιόν ἐστι τἀγαθόν, τὸ δὲ κακὸν πολύχουν· διὰ τοῦτο σοφὸν μὲν εὑρεῖν ἕνα μόνον ἔργον, φαύλων δὲ πλῆθος ἀναρίθμητον· εἰκότως οὖν ἑνὶ παραγγέλλει ταῖς ἀρεταῖς ἐντρέφεσθαι, πολλοῖς δὲ περὶ τοῦ πανουργίας ἀπέχεσθαι, ταύτῃ γὰρ μυρίοι χρῶνται.