Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 128
Not analysed yet
ὁ μὲν οὖν Ἀαρὼν —δεύτερος γάρ ἐστι Μωυσῆ ἐκτέμνοντος τὸ στῆθος, ὅπερ ἐστὶ τὸν θυμόν —οὐκ ἐᾷ αὐτὸν ἀκρίτοις ὁρμαῖς ἐκφέρεσθαι, δεδιὼς μή ποτε ἀφεθεὶς ἵππου τρόπον ἀνασκιρτήσας ὅλην πατήσῃ τὴν ψυχήν, ἀλλὰ θεραπεύει καὶ ἐπιστομίζει τὸ μὲν πρῶτον λόγῳ, ἵνα ἡνιόχῳ χρώμενος ἀρίστῳ μὴ σφόδρα ἀφηνιάσῃ, ἔπειτα δὲ ταῖς ἀρεταῖς τοῦ λόγου, σαφηνείᾳ καὶ ἀληθείᾳ· εἰ γὰρ παιδευθείη ὁ θυμὸς οὕτως, ὥστε καὶ λόγῳ εἴκειν καὶ σαφηνείᾳ καὶ τὸ ἀψευδὲς ἀσκεῖν, ἑαυτόν τε τῆς πολλῆς ζέσεως ἀπαλλάξει τήν θ’ ὅλην ψυχὴν ἵλεων κατασκευάσει.