Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 13
Not analysed yet
διό φησιν „ἔπλασεν ἔτι“. ὅτι δὲ τὰ πάλαι κατασκευασθέντα γένη ἦν, φανερὸν ἐξ ὧν φησιν „ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν“ οὐ κατ’ εἶδος, ἀλλὰ „κατὰ γένος. “καὶ τοιοῦτος ἐν ἅπασιν εὑρίσκεται· πρὸ γὰρ τῶν εἰδῶν ἀποτελεῖ τὰ γένη, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνθρώπου· προτυπώσας γὰρ τὸν γενικὸν ἄνθρωπον, ἐν ᾧ τὸ ἄρρεν καὶ τὸ θῆλυ γένος φησὶν εἶναι, ὕστερον τὸ εἶδος ἀπεργάζεται τὸν Ἀδάμ.