Ancient Greek · ~2 min
132 to 133
Philo Judaeus, Legum allegoriarum libri i‑iii 132-133
Not analysed yet
ἀλλ’ ὅ γε προκόπτων δεύτερος ὢν Ἀαρὼν μετριοπάθειαν, ὡς ἔφην, ἀσκεῖ, ἐκτεμεῖν γὰρ ἔτι τὸ στῆθος καὶ τὸν θυμὸν ἀδυνατεῖ· φέρει δ’ ἐπ’ αὐτὸν τὸν ἡνίοχον σὺν ταῖς προσφυέσιν ἀρεταῖς λόγον, τὸ λόγιον, ἐφ’ οὗ δήλωσίς ἐστι καὶ ἀλήθεια. παραστήσει δὲ σαφέστερον τὴν διαφορὰν καὶ διὰ τούτου· „τὸ γὰρ στηθύνιον“ φησί „τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν, καὶ ἔδωκα αὐτὰ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ“ (Lev. 7, 24).