Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 169
Not analysed yet
δηλοῖ δὲ καὶ δι’ ἑτέρων, ὅταν φῇ· "τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. ἰδόντες δὲ αὐτὸ εἶπον ἕτερος τῷ ἑτέρῳ Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπε δὲ αὐτοῖς Μωυσῆς Οὗτος ὁ ἄρτος, ὃν δέδωκεν ἡμῖν κύριος τοῦ φαγεῖν. τοῦτο τὸ ῥῆμα ὃ συνέταξε κύριος“ (Exod. 16, 13 ss.) . ὁρᾷς τῆς ψυχῆς τροφὴν οἵα ἐστί· λόγος θεοῦ συνεχής, ἐοικὼς δρόσῳ, κύκλῳ πᾶσαν περιειληφὼς καὶ μηδὲν μέρος ἀμέτοχον αὑτοῦ ἐῶν.