Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 171
Not analysed yet
μήποτε δὲ ὁμοιοῦται καὶ τῇ κατὰ τὸν ὀφθαλμὸν κόρῃ· ὡς γὰρ αὕτη βραχύτατον οὖσα μέρος τὰς τῶν ὄντων ὁρᾷ ζώνας ὅλας καὶ θάλατταν ἄπειρον καὶ ἀέρος μέγεθος καὶ τοῦ παντὸς οὐρανοῦ ὅσον ἀνατέλλων καὶ δυόμενος ὁ ἥλιος ὁρίζει, οὕτως καὶ ὁ θεοῦ λόγος ὀξυδερκέστατός ἐστιν, ὡς πάντα ἐφορᾶν εἶναι ἱκανός, ***ᾧ τὰ θέας ἄξια κατόψονται· παρὸ καὶ λευκόν ἐστι· τί γὰρ ἂν εἴη λαμπρότερον ἢ τηλαυγέστερον θείου λόγου, οὗ κατὰ μετουσίαν καὶ τὰ ἄλλα τὴν ἀχλὺν καὶ τὸν ζόφον ἀπελαύνει φωτὸς κοινωνῆσαι ψυχικοῦ γλιχόμενα.