Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 173
Not analysed yet
πυνθάνονται οὖν ἀλλήλων αἱ ψυχαὶ αἱ πεπονθυῖαι μὲν ἤδη τὸν λόγον, οὐκ ἔχουσαι δ’ εἰπεῖν τὸ „τί ἐστι“ (Exod. 16, 15)· καὶ γὰρ γλυκανθέντες πολλάκις τὸν κεκινηκότα χυμὸν ἀγνοοῦμεν καὶ ἡδέων ἀτμῶν ὀσφραινόμενοι τίνες εἰσὶν οὐκ ἴσμεν· οὕτως οὖν ἡ ψυχὴ γανωθεῖσα πολλάκις εἰπεῖν οὐκ ἔχει, τί τὸ γανῶσαν αὐτήν ἐστι· διδάσκεται δὲ ὑπὸ τοῦ ἱεροφάντου καὶ προφήτου Μωυσέως, ὃς ἐρεῖ· „οὗτός ἐστιν ὁ ἄρτος“ (ibid.) ,ἡ τροφή, ἣν δέδωκεν ὁ θεὸς τῇ ψυχῇ, προσενέγκασθαι τὸ ἑαυτοῦ ῥῆμα καὶ τὸν ἑαυτοῦ λόγον· οὗτος γὰρ ὁ ἄρτος, ὃν δέδωκεν ἡμῖν φαγεῖν, „τοῦτο τὸ ῥῆμα“.