Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 190
Not analysed yet
ἀλλ’ ὅμως πτερνίζειν δοκοῦσα καὶ ἀπατᾶν τὸν ἀστεῖον αὐτὴ πτερνισθήσεται πρὸς τοῦ πάλην ἠσκηκότος Ἰακώβ —πάλην δ’ οὐ τὴν σώματος ἀλλ’ ἣν παλαίει ψυχὴ πρὸς τοὺς ἀνταγωνιστὰς τρόπους αὐτῆς πάθεσι καὶ κακίαις μαχομένη —· καὶ οὐ πρότερον ἀνήσει πτέρναν τοῦ ἀνταγωνιστοῦ πάθους, πρὶν ἀπειπεῖν αὐτὸ καὶ ὁμολογῆσαι, ὅτι ἐπτέρνισται καὶ νενίκηται δίς, ἔν τε τοῖς πρωτοτοκίοις καὶ ἐν τῷ εὐλογιστεῖν.