Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 193
Not analysed yet
καὶ εἰ ἀγαπήσεις δοῦλος γενέσθαι τοῦ σοφοῦ, νουθεσίας καὶ σωφρονισμοῦ κοινωνήσεις, ἀμαθίαν καὶ ἀπαιδευσίαν κῆρας ψυχῆς ἀποβαλών· εὐχόμενος γὰρ ὁ πατήρ σοί φησιν, ὅτι "τῷ ἀδελφῷ σου δουλεύσεις“ (Gen. 27, 40)· ἀλλ’ οὐχὶ νῦν —οὐ γὰρ ἀνέξεταί σε ἀφηνιάζοντα —,ἀλλ’ ὅταν "ἐκλύσῃς τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου σου“ (ibid.) ,τὸ αὔχημα καὶ φρύαγμα ἀποβαλὼν ὃ ἐκτήσω ὑποζεύξας σεαυτὸν ὀχήματι παθῶν, ἡνιοχούσης ἀφροσύνης.