Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 2-3
Not analysed yet
ὅτι μὲν οὖν ἄπολις καὶ ἄοικος ὁ φαῦλός ἐστι, μαρτυρεῖ ἐπὶ τοῦ δασέος καὶ ποικίλου τὴν κακίαν Ἠσαῦ, ὅτε φησίν· „ἦν δὲ Ἠσαῦ εἰδὼς κυνηγεῖν, ἀγροῖκος“ (Gen. 25, 27)· οὐ γὰρ πέφυκεν ἡ τῶν παθῶν θηρευτικὴ κακία τὴν ἀρετῆς πόλιν οἰκεῖν ἀγροικίαν καὶ ἀπαιδευσίαν μετὰ πολλῆς ἀγνωμοσύνης μεταδιώκουσα. ὁ δέ γε σοφίας μεστὸς Ἰακὼβ καὶ πολίτης ἐστὶ καὶ οἰκίαν τὴν ἀρετὴν κατοικεῖ· φησὶ γοῦν περὶ αὐτοῦ· „Ἰακὼβ δὲ ἄπλαστος ἄνθρωπος οἰκῶν οἰκίαν“ (ibid.) .