Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 20-2
Not analysed yet
διὰ τοῦτο ὁ φίλος τῶν αἰσθήσεων καὶ κατ’ αὐτὰς ἀλλὰ μὴ κατὰ νοῦν ἐνεργῶν Λάβαν ἀγανακτεῖ καὶ διώκει καί φησιν· „ἵνα τί κρυφῇ ἀπέδρας“ (Gen. 31, 26), ἀλλ’ οὐ παρέμεινας τῇ τοῦ σώματος ἀπολαύσει καὶ τῷ δόγματι τῷ τὰ περὶ σῶμα καὶ τὰ ἐκτὸς ἀγαθὰ κρίνοντι; ἀλλὰ καὶ φεύγων ἀπὸ τῆσδε τῆς δόξης ἐσύλησάς μου καὶ τὸ φρονεῖν, Λείαν τε καὶ Ῥαχήλ· αὗται γάρ, ἡνίκα παρέμενον τῇ ψυχῇ, φρένας ἐνεποίουν ταύτῃ, μεταναστᾶσαι δὲ ἀμαθίαν καὶ ἀπαιδευσίαν αὐτῇ κατέλιπον· διὸ καὶ ἐπιφέρει ὅτι „ἐκλοποφόρησάς με“ (ibid.) ,τουτέστι τὸ φρονεῖν ἔκλεψας.