Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 201
Not analysed yet
ὥσπερ γὰρ ἑτέρως τύπτεται ὁ ἀθλητὴς καὶ ὁ δοῦλος, ὁ μὲν καθ’ ὑπόπτωσιν ἐνδιδοὺς πρὸς τὰς αἰκίας καὶ ὑπείκων, ὁ δ’ ἀθλητὴς ἀντέχων καὶ ἀντιστατῶν καὶ τὰς ἐπιφερομένας πληγὰς ἀποσειόμενος, καὶ κείρεις ἑτέρως μὲν ἄνθρωπον, ἑτέρως δὲ τὸ κῴδιον —τὸ μὲν γὰρ ἐν τῷ πάσχειν μόνον ἐξετάζεται, ὁ δ’ ἄνθρωπος καὶ ἀντιδρᾷ καὶ ὥσπερ ἀντιπέπονθε σχηματίζων ἑαυτὸν πρὸς τὸ κείρεσθαι —,