Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 210
Not analysed yet
εὖ δὲ τὸ φάναι "εὐλογῶν εὐλογήσω“ (ib. 17)· πολλὰ γὰρ εὐλόγιστα δρῶσί τινες, ἀλλ’ οὐκ ἐπ’ εὐλογίαις, ἐπεὶ καὶ ὁ φαῦλος ἔνια δρᾷ τῶν καθηκόντων οὐκ ἀφ’ ἕξεως καθηκούσης, καὶ ὁ μεθύων μέντοι καὶ μεμηνὼς ἔστιν ὅτε νηφάλια φθέγγεταί τε καὶ ποιεῖ, ἀλλ’ οὐκ ἀπὸ νηφούσης διανοίας, καὶ οἱ ἔτι κομιδῇ νήπιοι παῖδες οὐκ ἀπὸ λογικῆς ἕξεως —οὔπω γὰρ αὐτοὺς ἡ φύσις λογικοὺς πεπαίδευκε —πολλὰ πράττουσι καὶ λέγουσιν ὧν οἱ λογικοί. βούλεται δὲ ὁ νομοθέτης τὸν σοφὸν μὴ σχετικῶς καὶ εὐαλώτως καὶ ὡς ἂν ἐκ τύχης εὐλόγιστον δοκεῖν εἶναι, ἀλλ’ ἀπὸ ἕξεως καὶ διαθέσεως εὐλογίστου.