Ancient Greek · ~3 min
224 to 225
Philo Judaeus, Legum allegoriarum libri i‑iii 224-225
Not analysed yet
οὕτως ἐπειδὰν μὲν ὁ τῆς ψυχῆς ἡνίοχος ἢ κυβερνήτης ὁ νοῦς ἄρχῃ τοῦ ζῴου ὅλου καθάπερ ἡγεμὼν πόλεως, εὐθύνεται ὁ βίος, ὅταν δὲ ἡ ἄλογος αἴσθησις φέρηται τὰ πρωτεῖα, σύγχυσις καταλαμβάνει δεινή, οἷα δούλων δεσπόταις ἐπιτεθειμένων· τότε γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐμπίπραται φλεγόμενος ὁ νοῦς, τῶν αἰσθήσεων τὴν φλόγα ἐγειρουσῶν τὰ αἰσθητὰ ὑποβεβλημένων. καὶ Μωυσῆς μέντοι δηλοῖ περὶ τῆς τοιαύτης ἐμπρήσεως, ἣ γίνεται διὰ τῶν αἰσθήσεων, τοῦ νοῦ, ὅταν λέγῃ· „καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐν Μωάβ“ —ἑρμηνεύεται γὰρ „ἐκ πατρός“, ὅ τε πατὴρ ἡμῶν ὁ νοῦς ἐστι —· „τότε“ γάρ φησιν „ἐροῦσιν οἱ αἰνιγματισταί Ἔλθετε εἰς Ἐσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών.