Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 23
Not analysed yet
χλωρὸν μὲν οὖν ἀγροῦ τὸ νοητὸν εἴρηκε τοῦ νοῦ· ὡς γὰρ ἐν ἀγρῷ τὰ χλωρὰ βλαστάνει καὶ ἀνθεῖ, οὕτως βλάστημα τοῦ νοῦ τὸ νοητόν ἐστι. πρὶν οὖν τὸ κατὰ μέρος νοητὸν γενέσθαι, τὸ αὐτὸ τοῦτο νοητὸν ἀποτελεῖ γενικὸν ὄν, ὃ δὴ καὶ „πᾶν“ κέκληκεν ὑγιῶς· τὸ μὲν γὰρ κατὰ μέρος νοητὸν ἀτελὲς ὂν οὐ πᾶν, τὸ δὲ γενικὸν ἅπαν, ἅτε πλῆρες ὄν.