Ancient Greek · ~4 min
231 to 233
Philo Judaeus, Legum allegoriarum libri i‑iii 231-233
Not analysed yet
ἄρχεται μὲν οὖν θρηνεῖν τὸν αὐθάδη καὶ φίλαυτον νοῦν οὕτως· "οὐαί σοι, Μωάβ, ἀπώλου“· εἰ γὰρ αἰνίγμασι προσέχεις τοῖς κατὰ τὴν τῶν εἰκότων ἐπιβολήν, ἀπολώλεκας ἀλήθειαν. „λαὸς Χαμώς“ τουτέστιν ὁ λαός σου καὶ ἡ δύναμις εὕρηται πηρὸς καὶ τετυφλωμένος· Χαμὼς γὰρ ἑρμηνεύεται "ὡς ψηλάφημα"· ἴδιον δὲ τοῦ μὴ ὁρῶντος τὸ ἔργον τοῦτο. τούτοις οἱ μὲν υἱοὶ οἱ κατὰ μέρος λογισμοὶ φυγάδες, αἱ δὲ γνῶμαι θυγατέρων ἔχουσαι δύναμιν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμορραίων, τουτέστι τῷ σοφιστῇ λαλούντων· οἱ γὰρ Ἀμορραῖοι ἑρμηνεύονται λαλοῦντες, τοῦ γεγωνότος λόγου σύμβολον ὄντες· ὁ δὲ τούτων ἡγεμὼν ὁ σοφιστής ἐστι καὶ δεινὸς λόγων ἀνερευνᾶν τέχνας, ὑφ’ οὗ κατασοφίζονται οἱ τὸν ὅρον τῆς ἀληθείας ὑπερβαίνοντες. Σηὼν οὖν ὁ διαφθείρων τὸν ὑγιῆ κανόνα τῆς ἀληθείας καὶ τὸ σπέρμα αὐτοῦ ἀπολεῖται καὶ Ἐσεβὼν τὰ αἰνίγματα τὰ σοφιστικὰ ἕως Δεβών, ὃ καλεῖται δικασμός· πάνυ προσφυῶς· τὰ γὰρ εἰκότα καὶ πιθανὰ οὐκ ἔχει περὶ ἀληθείας ἐπιστήμην, ἀλλὰ δίκην καὶ ἀμφισβήτησιν καὶ ἐριστικὴν ἅμιλλαν καὶ φιλονεικίαν καὶ πάντα τὰ τοιαῦτα.