Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 242
Not analysed yet
ἀλλ’ ὁ μὲν Ἰωσὴφ —νέος τε γάρ ἐστι καὶ τῷ Αἰγυπτίῳ σώματι οὐκ ἴσχυσεν ἀγωνίσασθαι καὶ νικῆσαι τὴν ἡδονήν —[καὶ] ἀποδιδράσκει. Φινεὲς δὲ ὁ ἱερεὺς ὁ ζηλώσας τὸν ὑπὲρ θεοῦ ζῆλον οὐ φυγῇ τὴν ἰδίαν σωτηρίαν πεπόρισται, ἀλλὰ τὸν „σειρομάστην“ τουτέστι τὸν ζηλωτικὸν λόγον λαβὼν οὐκ ἀποστήσεται, πρὶν ἢ „ἐκκεντῆσαι τὴν Μαδιανῖτιν“ τὴν ἐκκεκριμένην θείου χοροῦ φύσιν „διὰ τῆς μήτρας αὐτῆς“ (Num. 25,7. 8), ἵνα μηδέποτε ἰσχύσῃ φυτὸν ἢ σπέρμα κακίας ἀνατεῖλαι· οὗ χάριν ἐκκοπείσης ἀφροσύνης ἆθλον καὶ κλῆρον ἡ ψυχὴ λαμβάνει διττόν, εἰρήνην καὶ ἱερωσύνην (ib. 12. 13), συγγενεῖς καὶ ἀδελφὰς ἀρετάς.