Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 244
Not analysed yet
ἑτέρᾳ δὲ πειστέον γυναικί, οἵαν συμβέβηκε Σάρραν εἶναι, τὴν ἄρχουσαν ἀρετήν· καὶ πείθεταί γε ὁ σοφὸς Ἀβραὰμ αὐτῇ παραινούσῃ ἃ δεῖ· πρότερον μὲν γάρ, ὅτ’ οὔπω τέλειος ἐγεγένητο, ἀλλ’ ἔτι πρὶν μετονομασθῆναι τὰ μετέωρα ἐφιλοσόφει, ἐπισταμένη ὅτι οὐκ ἂν δύναιτο γεννᾶν ἐξ ἀρετῆς τελείας, συμβουλεύει ἐκ τῆς παιδίσκης τουτέστι παιδείας τῆς ἐγκυκλίου παιδοποιεῖσθαι τῆς Ἄγαρ (Gen. 16, 2 ss.) ,ὃ λέγεται παροίκησις· ὁ γὰρ μελετῶν ἐν ἀρετῇ τελείᾳ κατοικεῖν, πρὶν ἐγγραφῆναι τῇ πόλει αὐτῆς, τοῖς ἐγκυκλίοις μαθήμασι παροικεῖ, ἵνα διὰ τούτων πρὸς τελείαν ἀρετὴν ἀφέτως ὁρμήσῃ·