Ancient Greek · ~1 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 25-3
Not analysed yet
κρύπτεται μὲν ἀεὶ καὶ φυλάττεται τὰ πάθη ἐν Σικίμοις —ὠμίασις δὲ ἑρμηνεύεται, ὁ γὰρ πονούμενος περὶ τὰς ἡδονὰς φυλακτικὸς τῶν ἡδονῶν ἐστιν —,ἀπόλλυται δὲ καὶ διαφθείρεται παρὰ τῷ σοφῷ, οὐ πρὸς βραχύν τινα χρόνον, ἀλλ’ „ἕως τῆς σήμερον ἡμέρας“, τουτέστιν ἀεί· ὁ γὰρ αἰὼν ἅπας τῷ σήμερον παραμετρεῖται, μέτρον γὰρ τοῦ παντὸς χρόνου ὁ ἡμερήσιος κύκλος.