Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 253
Not analysed yet
διὸ καὶ ἐπιφέρει, "ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ“ (ibid.) ,ὅπερ ἴσον ἐστὶ τῷ προειρημένῳ. δηλοῖ δὲ καὶ τοῦτο· ἡ ἀρχή σου καὶ τὸ τέλος ἓν καὶ ταὐτόν ἐστιν· ἤρξω τε γὰρ ἀπὸ τῶν φθειρομένων γῆς σωμάτων, τελευτήσεις δὲ πάλιν εἰς ἐκεῖνα τὴν μεταξὺ τοῦ βίου τρίψας ὁδὸν οὐ λεωφόρον ἀλλὰ τραχεῖαν, βάτων καὶ τριβόλων κεντεῖν τε καὶ τιτρώσκειν πεφυκότων μεστήν.