Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 26
Not analysed yet
ὅταν δὲ ἄρδειν ὁ θεὸς ἄρξηται τὴν αἴσθησιν αἰσθητοῖς, τηνικαῦτα καὶ ὁ νοῦς ἐργάτης οἷα πίονος γῆς ἀνευρίσκεται. ἡ δ’ ἰδέα τῆς αἰσθήσεως οὐ δεῖται τροφῆς· τροφὴ δὲ αἰσθήσεως, ἣν κατὰ σύμβολον βροχὴν εἴρηκεν, τὰ ἐπὶ μέρους αἰσθητά, ἃ δὴ σώματά ἐστιν· ἰδέα δὲ σωμάτων ἀλλότριον. πρὶν οὖν γενέσθαι τὰ κατὰ μέρος συγκρίματα, οὐκ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν ἰδέαν τῆς αἰσθήσεως, ἣν εἴρηκε γῆν, τοῦτο δέ ἐστι, τροφὴν οὐ παρέσχεν αὐτῇ· οὐδὲ γὰρ ἐδεῖτο αἰσθητοῦ τὸ παράπαν οὐδενός.