Ancient Greek · ~5 min
28 to 31
Philo Judaeus, Legum allegoriarum libri i‑iii 28-2-31
Not analysed yet
Ὃν μὲν οὖν τρόπον φυγάς τέ ἐστιν ὁ φαῦλος καὶ ἀποκρύπτεται θεόν, δεδηλώκαμεν· νυνὶ δὲ σκεψώμεθα, ὅπου ἀποκρύπτεται. „ἐν μέσῳ“ φησί „τοῦ ξύλου τοῦ παραδείσου" (Gen. 3, 8), τουτέστι κατὰ μέσον τὸν νοῦν, ὃς καὶ αὐτὸς μέσος ἐστὶν ὡσανεὶ παραδείσου τῆς ὅλης ψυχῆς· ὁ γὰρ ἀποδιδράσκων θεὸν καταφεύγει εἰς ἑαυτόν. δυοῖν γὰρ ὄντων τοῦ τε τῶν ὅλων νοῦ, ὅς ἐστι θεός, καὶ τοῦ ἰδίου, ὁ μὲν φεύγων ἀπὸ τοῦ καθ’ αὑτὸν καταφεύγει ἐπὶ τὸν συμπάντων —ὁ γὰρ νοῦν τὸν ἴδιον ἀπολείπων ὁμολογεῖ μηδὲν εἶναι τὰ κατὰ τὸν ἀνθρώπινον νοῦν, ἅπαντα δὲ προσάπτει θεῷ —,ὁ δὲ πάλιν ἀποδιδράσκων θεὸν τὸν μὲν οὐδενὸς αἴτιόν φησιν εἶναι, τῶν δὲ γινομένων ἁπάντων ἑαυτόν· λέγεται γοῦν παρὰ πολλοῖς, ὅτι τὰ ἐν τῷ κόσμῳ πάντα φέρεται χωρὶς ἡγεμόνος ἀπαυτοματίζοντα, τέχνας δὲ καὶ ἐπιτηδεύματα καὶ νόμους καὶ ἔθη καὶ πολιτικὰ καὶ ἴδια καὶ κοινὰ δίκαια πρός τε ἀνθρώπους καὶ πρὸς τὰ ἄλογα ζῷα ἔθετο μόνος ὁ ἀνθρώπινος νοῦς. ἀλλ’ ὁρᾷς, ὦ ψυχή, τῶν δοξῶν τὸ παραλλάττον· ἡ μὲν γὰρ τὸν ἐπὶ μέρους τὸν γενητὸν καὶ θνητὸν ἀπολιποῦσα τὸν τῶν ὅλων καὶ ἀγένητον καὶ ἄφθαρτον ἐπιγράφεται ὄντως, ἡ δὲ πάλιν θεὸν ἀποδοκιμάζουσα τὸν μηδ’ αὑτῷ βοηθῆσαι ἱκανὸν