Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 33-3
Not analysed yet
θεοῦ γὰρ τὰ πάντα κτήματα, ὥστε ὁ ἑαυτῷ τι προσνέμων τὰ ἑτέρου νοσφίζεται καὶ πληγὴν ἔχει παγχάλεπον καὶ δυσίατον, οἴησιν, πρᾶγμα ἀμαθίας καὶ ἀπαιδευσίας συγγενές. τὸν δὲ πλήττοντα παρησύχασεν· οὐ γάρ ἐστιν ἕτερος τοῦ πληττομένου· ἀλλ’ ὥσπερ ὁ τρίβων ἑαυτὸν καὶ τρίβεται καὶ ὁ ἐκτείνων ἑαυτὸν καὶ ἐκτείνεται —τήν τε γὰρ τοῦ δρῶντος δύναμιν καὶ τὸ τοῦ ὑπομένοντος πάθος αὐτὸς ἐκδέχεται —,οὕτως ὁ κλέπτων τὰ θεοῦ καὶ ἑαυτῷ ἐπιγράφων ὑπὸ τῆς ἑαυτοῦ ἀθεότητός τε καὶ οἰήσεως αἰκίζεται.