Ancient Greek · ~3 min
4 to 5
Philo Judaeus, Legum allegoriarum libri i‑iii 4-5
Not analysed yet
οὐ μὴν ἀλλὰ καὶ συγγενής ἐστι ταῖς τῶν ὀργανικῶν ζῴων κινήσεσιν· ἑξαχῆ γὰρ τὸ ὀργανικὸν σῶμα πέφυκε κινεῖσθαι, πρόσω καὶ κατόπιν, ἄνω καὶ κάτω, ἐπὶ δεξιὰ καὶ εὐώνυμα. βούλεται οὖν τά τε θνητὰ γένη καὶ πάλιν αὖ τὰ ἄφθαρτα κατὰ τοὺς οἰκείους ἐπιδεῖξαι συστάντα ἀριθμούς, τὰ μὲν θνητὰ ὡς ἔφην παραμετρῶν ἑξάδι, τὰ δὲ μακάρια καὶ εὐδαίμονα ἑβδομάδι. πρῶτον οὖν ἑβδόμῃ ἡμέρᾳ καταπαύσας τὴν τῶν θνητῶν σύστασιν ἄρχεται ἑτέρων θειοτέρων διατυπώσεως· παύεται γὰρ οὐδέποτε ποιῶν ὁ θεός, ἀλλ’ ὥσπερ ἴδιον τὸ καίειν πυρὸς καὶ χιόνος τὸ ψύχειν, οὕτως καὶ θεοῦ τὸ ποιεῖν· καὶ πολύ γε μᾶλλον, ὅσῳ καὶ τοῖς ἄλλοις ἅπασιν ἀρχὴ τοῦ δρᾶν ἐστιν.