Ancient Greek · ~3 min
47 to 48
Philo Judaeus, Legum allegoriarum libri i‑iii 47-48
Not analysed yet
ὅτι δὲ ὁ γεννῶν ὁ θεός ἐστι, μαρτυρήσει ἐπὶ τῆς Λείας, ὅταν φῇ· „ἰδὼν δὲ κύριος ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς, Ῥαχὴλ δὲ ἦν στεῖρα" (Gen. 29, 31). ἀνδρὸς δὲ ἴδιον τὸ μήτραν ἀνοιγνύναι. φύσει δὲ μισεῖται παρὰ τῷ θνητῷ γένει ἡ ἀρετή, διὸ καὶ ὁ θεὸς αὐτὴν τετίμηκε καὶ παρέχει τὰ πρωτοτόκια τῇ μισουμένῃ. λέγει δ’ ἐν ἑτέροις· „ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης, . . . οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον“ (Deut. 21, 15. 16)· πρώτιστα γάρ ἐστι καὶ τελειότατα τὰ τῆς μισουμένης |ἀρετῆς γεννήματα, τὰ δὲ τῆς ἀγαπωμένης ἡδονῆς ἔσχατα.