Ancient Greek · ~2 min
5 to 6
Philo Judaeus, Legum allegoriarum libri i‑iii 5-2-6
Not analysed yet
καὶ τί θαυμάζομεν; τῶν γὰρ γενομένων τὰ συνεκτικώτατα οὐδ’ ἄν, εἴ τι γένοιτο, ἐκφεύγειν καὶ ἀποκρύπτεσθαι δυνηθείημεν, οἷον γῆν φυγέτω τις ἢ ὕδωρ ἢ ἀέρα ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον· ἀνάγκη γὰρ ἐν τούτοις περιέχεσθαι, οὐ γὰρ ἔξω γέ τις τοῦ κόσμου φεύγειν δυνήσεται. εἶτα μὴ τὰ μέρη τοῦ κόσμου μηδὲ τὸν κόσμον αὐτὸν δυνάμενός τις ἀποκρύπτεσθαι τὸν θεὸν ἂν ἰσχύσαι λανθάνειν; οὐδαμῶς. τί οὖν τὸ „ἐκρύβησαν“; ὁ φαῦλος δοκεῖ εἶναι τὸν θεὸν ἐν τόπῳ, μὴ περιέχοντα, ἀλλὰ περιεχόμενον· οὗ χάριν καὶ οἴεται ἀποκρύπτεσθαι, ὡς κατ’ ἐκεῖνο τὸ