Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 50
Not analysed yet
ἐὰν μέντοι γε τὰ ἄμικτα καὶ σύγκλυδα εἰς ταὐτὸν ἄγῃς, χώριζε καὶ διάκρινε τῆς καθαρᾶς καὶ ἀμιάντου φύσεως τῆς ἀναφερούσης τὰ ἄμωμα τῷ θεῷ, αὕτη δέ ἐστι τὸ θυσιαστήριον· τούτου γὰρ ἀλλότριον τὸ λέγειν ἔργον τι εἶναι ψυχῆς, ἐπὶ θεὸν πάντων λαμβανόντων τὴν ἀναφοράν, καὶ τὸ τὰ ἄκαρπα τοῖς καρποτόκοις ἀναμιγνύναι· μῶμος γὰρ τοῦτό γε, τὰ δὲ ἄμωμα τῷ θεῷ προσάγεται.