Ancient Greek · ~3 min
51 to 52
Philo Judaeus, Legum allegoriarum libri i‑iii 51-2-52
Not analysed yet
ἔστι δέ τις ἕτερος τοὐναντίον ᾑρημένος ὁ Λευὶ ὁ „λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς ἀπέγνω“ (Deut. 33, 9)· πατέρα καὶ μητέρα οὗτος [τε], τὸν νοῦν καὶ τὴν τοῦ σώματος ὕλην, καταλείπει ὑπὲρ τοῦ κλῆρον ἔχειν τὸν ἕνα θεόν, „κύριος γὰρ αὐτὸς κλῆρος αὐτῷ“ (Deut. 10, 9). γίνεται δὴ τοῦ μὲν φιλοπαθοῦς κλῆρος τὸ πάθος, τοῦ δὲ φιλοθέου τοῦ Λευὶ κλῆρος ὁ θεός. οὐχ ὁρᾷς ὅτι καὶ τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνὸς κελεύει δύο τράγους [κλῆρον] προσάγειν, „κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ“ (Lev. 16, 8) ; τοῦ γὰρ φιλοπαθοῦς ἐστι κλῆρος ὄντως τὸ ἀποπόμπιμον πάθος.