Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 51-3
Not analysed yet
ἀλλ’ οὐ τὴν αἴσθησιν προκέκληται. τὸ δὲ „ποῦ εἶ“ πολλαχῶς ἔστιν ἀποδοῦναι· ἅπαξ μὲν οὐ τὸ πευστικόν, ἀλλὰ τὸ ἀποφαντικὸν τὸ ἴσον τῷ „ἐν τόπῳ ὑπάρχεις“ βαρυτονουμένου τοῦ „ποὺ εἶ“· ἐπειδὴ γὰρ ᾠήθης τὸν θεὸν ἐν τῷ παραδείσῳ περιπατεῖν καὶ ὑπὸ τούτου περιέχεσθαι, μάθε ὅτι οὐκ εὖ τοῦτο πέπονθας, καὶ ἄκουσον παρὰ τοῦ ἐπισταμένου θεοῦ ῥῆσιν ἀληθεστάτην, ὅτι ὁ μὲν θεὸς οὐχί που —οὐ γὰρ περιέχεται ἀλλὰ περιέχει τὸ πᾶν —,τὸ δὲ γενόμενον ἐν τόπῳ, περιέχεσθαι γὰρ αὐτὸ ἀλλ’ οὐ περιέχειν ἀναγκαῖον.