Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 53-3
Not analysed yet
τρίτον ἐστὶ τὸ πευστικόν, πρὸς ὃ δύο γένοιντ’ ἂν ἀποκρίσεις· μία μὲν πυνθανομένῳ „ποῦ εἶ“ ἡ „οὐδαμοῦ“, τόπον γὰρ οὐδένα ἔχει ἡ τοῦ φαύλου ψυχή, ᾧ ἐπιβήσεται ἢ ἐφ’ οὗ ἱδρυθήσεται, παρὸ καὶ ἄτοπος λέγεται εἶναι ὁ φαῦλος —ἄτοπον δέ ἐστι κακὸν δύσθετον —· τοιοῦτος δ’ ὁ μὴ ἀστεῖος, σαλεύων καὶ κλονούμενος ἀεὶ καὶ πνεύματος τρόπον ἀστάτου διαφερόμενος, βεβαίου τὸ παράπαν οὐδεμιᾶς γνώμης ἑταῖρος ὤν·