Ancient Greek · ~1 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 54
Not analysed yet
ὁ μὲν οὖν κατὰ τὴν ἰδέαν γεγονὼς οὐ μόνον ἐν ταῖς φυτουργίαις τῶν ἀρετῶν ἐξετάζεται, ἀλλὰ καὶ ἐργάτης ἐστὶν αὐτῶν καὶ φύλαξ, τοῦτο δ’ ἐστὶ μνήμων ὧν ἤκουσε καὶ ἤσκησεν, ὁ δὲ πλαστὸς οὔτε ἐργάζεται τὰς ἀρετὰς οὔτε φυλάττει, ἀλλὰ μόνον εἰσάγεται εἰς τὰ δόγματα ἀφθονίᾳ θεοῦ, μέλλων αὐτίκα φυγὰς ἀρετῆς ἔσεσθαι.