Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 6-2
Not analysed yet
ὥσπερ κατὰ τοὺς ἀρίστους τῶν ἰατρῶν καὶ φυσικῶν δοκεῖ τοῦ ὅλου σώματος προπλάττεσθαι ἡ καρδία, θεμελίου τρόπον ἢ ὡς ἐν νηὶ τρόπις, ἐφ’ ᾗ οἰκοδομεῖται τὸ ἄλλο σῶμα —παρὸ καὶ μετὰ τὴν τελευτὴν ἔτι ἐμπηδᾶν φασιν αὐτὴν ὡς καὶ πρώτην γινομένην καὶ ὑστέραν φθειρομένην —,οὕτως καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς πρεσβύτερον τῆς ὅλης εἶναι, τὸ δ’ ἄλογον νεώτερον, οὗ τὴν γένεσιν οὔπω μὲν δεδήλωκε, μέλλει δὲ ὑπογράφειν. τὸ δὲ ἄλογον αἴσθησίς ἐστι καὶ τὰ ταύτης ἔκγονα πάθη, καὶ μάλιστα εἰ μὴ κρίσεις εἰσὶν ἡμέτεραι. καὶ νεώτερος οὖν οὗτος ὁ βοηθὸς [θεοῦ] καὶ γενητὸς εἰκότως.