Ancient Greek · ~3 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 61
Not analysed yet
πῶς; τὸ ἡγεμονικὸν ἡμῶν πανδεχές ἐστι καὶ ἔοικε κηρῷ πάντας τύπους καλούς τε καὶ αἰσχροὺς δεχομένῳ· παρὸ καὶ ὁ πτερνιστὴς Ἰακὼβ ὁμολογεῖ φάσκων "Ἐπ’ ἐμὲ ἐγένετο πάντα ταῦτα“ (Gen. 42,36)· ἐπὶ γὰρ μίαν οὖσαν τὴν ψυχὴν αἱ ἀμύθητοι τυπώσεις ἁπάντων τῶν ἐν τῷ παντὶ ἀναφέρονται· ὅταν μὲν οὖν δέξηται τὸν τῆς τελείας ἀρετῆς χαρακτῆρα, γέγονε τὸ τῆς ζωῆς ξύλον, ὅταν δὲ τὸν τῆς κακίας, γέγονε τὸ τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ· ἡ δὲ κακία πεφυγάδευται θείου χοροῦ· τὸ δεδεγμένον οὖν αὐτὴν ἡγεμονικὸν ἐν τῷ παραδείσῳ ἐστὶ κατὰ τὴν οὐσίαν, ἐν αὐτῷ γάρ ἐστι καὶ ὁ τῆς ἀρετῆς χαρακτὴρ οἰκεῖος ὢν τῷ παραδείσῳ, δυνάμει δὲ πάλιν οὐκ ἔστιν ἐν αὐτῷ, ὅτι ὁ τύπος ὁ κακίας ἀλλότριός ἐστι θείων ἀνατολῶν.