Ancient Greek · ~3 min
65 to 66
Philo Judaeus, Legum allegoriarum libri i‑iii 65-2-66
Not analysed yet
τὸ δὲ „οὐκ ᾐσχύνοντο“ πάλιν ἴδωμεν. τρία κατὰ τὸν τόπον ἐστίν· ἀναισχυντία, αἰδώς, τὸ μήτε ἀναισχυντεῖν μήτε αἰδεῖσθαι· ἀναισχυντία μὲν οὖν ἴδιον φαύλου, αἰδὼς δὲ σπουδαίου, τὸ δὲ μήτε αἰδεῖσθαι μήτε ἀναισχυντεῖν τοῦ ἀκαταλήπτως ἔχοντος καὶ ἀσυγκαταθέτως, περὶ οὗ νῦν ἐστιν ὁ λόγος· ὁ γὰρ μηδέπω κατάληψιν ἀγαθοῦ ἢ κακοῦ λαβὼν οὔτε ἀναισχυντεῖν οὔτε αἰδεῖσθαι δύναται. τῆς μὲν οὖν ἀναισχυντίας παραδείγματα αἱ ἀσχημοσύναι πᾶσαι, ὅταν ὁ νοῦς ἀποκαλύπτῃ τὰ αἰσχρά, συσκιάζειν δέον, ἐπαυχῶν καὶ σεμνυνόμενος ἐπ’ αὐτοῖς. λέγεται καὶ ἐπὶ τῆς Μαριάμ, ὅτε κατελάλει Μωυσῆ· „εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας“ (Num. 12, 14) ;