Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 69-3
Not analysed yet
διὰ τοῦτο καὶ τὸν Εἲρ χωρὶς αἰτίας περιφανοῦς πονηρὸν οἶδεν ὁ θεὸς (Gen. 38, 7) καὶ ἀποκτείνει· τὸν γὰρ δερμάτινον ὄγκον ἡμῶν τὸ σῶμα —Εἲρ γὰρ δερμάτινος ἑρμηνεύεται —πονηρόν τε καὶ ἐπίβουλον τῆς ψυχῆς οὐκ ἀγνοεῖ καὶ νεκρὸν καὶ τεθνηκὸς αἰεί· μὴ γὰρ ἄλλο τι νοήσῃς ἕκαστον ἡμῶν ποιεῖν ἢ νεκροφορεῖν, |τὸ νεκρὸν ἐξ ἑαυτοῦ σῶμα ἐγειρούσης καὶ ἀμοχθὶ φερούσης τῆς ψυχῆς· καὶ τὴν εὐτονίαν αὐτῆς, εἰ βούλει, κατανόησον.