Ancient Greek · ~3 min
7 to 9
Philo Judaeus, Legum allegoriarum libri i‑iii 7-9
Not analysed yet
ὥστε ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἀπέδειξεν. χαίρει δὲ ἡ φύσις ἑβδομάδι· πλάνητές τε γὰρ ἑπτὰ γεγόνασιν, ἀντίρροποι τῇ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσῃ φορᾷ· καὶ ἄρκτος ἑπτὰ ἄστροις συμπληροῦται, κοινωνίας καὶ ἑνώσεως ἀνθρώπων, οὐκ ἐπιμιξίας αὐτὸ μόνον, οὖσα αἰτία· καὶ τροπαὶ δὲ σελήνης ἑβδομάσι γίνονται, συμπαθεστάτου πρὸς τὰ ἐπίγεια ἄστρου, καὶ ἃς κατὰ τὸν ἀέρα μεταβολὰς ἐργάζεται, μάλιστα τοῖς καθ’ ἑβδομάδα σχηματισμοῖς ἀποτελεῖ. τά γε μὴν θνητὰ σπάσαντα ἀπ’ οὐρανοῦ θείαν ἀρχὴν καθ’ ἑβδομάδα σωτηρίως κινεῖται· τίς γὰρ οὐκ οἶδεν, ὅτι τῶν βρεφῶν τὰ μὲν ἑπτάμηνα γόνιμα, τὰ δὲ πλείω χρόνον προσλαβόντα, ὡς ὀκτὼ μῆνας ἐνδιαιτηθῆναι γαστρί, κατὰ τὸ πλεῖστον ἄγονα;