Ancient Greek · ~2 min
72 to 73
Philo Judaeus, Legum allegoriarum libri i‑iii 72-2-73
Not analysed yet
ἐπειδὴ τοίνυν ἄμφω ταῦτα συνελθεῖν ἔδει πρὸς κατάληψιν τῶν ὑποκειμένων, τίς αὐτὰ συνήγαγεν ὅτι μὴ δεσμὸς τρίτος ἔρωτος καὶ ἐπιθυμίας, ἀρχούσης καὶ δυναστευούσης ἡδονῆς, ἣν συμβολικῶς ὄφιν ὠνόμασε; πάνυ καλῶς ὁ ζῳοπλάστης θεὸς ἐδημιούργησε τὴν τάξιν· νοῦν πρῶτον τὸν ἄνδρα, πρεσβύτατον γὰρ ἐν ἀνθρώπῳ, εἶτα αἴσθησιν τὴν γυναῖκα, εἶτα ἑξῆς τρίτον ἡδονήν. δυνάμει δέ εἰσιν αὐτῶν αἱ ἡλικίαι διάφοροι νοούμεναι μόνον, χρόνῳ δὲ ἰσήλικες· ἅμα γὰρ ἑαυτῇ ψυχὴ πάντα ἐπιφέρεται, ἀλλὰ τὰ μὲν ἐντελεχείᾳ, τὰ δὲ τῷ δύνασθαι γενέσθαι, εἰ καὶ μήπω προσείληφε τὸ τέλος.