Ancient Greek · ~3 min
76 to 77
Philo Judaeus, Legum allegoriarum libri i‑iii 76-2-77
Not analysed yet
τί δὲ δεῖ περὶ τῶν γαστρὸς ἡδονῶν διδάσκειν; σχεδὸν γὰρ ὅσαι τῶν ὑποκειμένων χυλῶν προσηνῶν διαφοραὶ καὶ τὴν αἴσθησιν κινούντων, τοσαῦται καὶ τῆς ἡδονῆς. ἆρ’ οὖν οὐ δεόντως ποικίλον οὖσα ἡδονὴ ποικίλῳ ζῴῳ ὄφει παρεβλήθη; διὰ τοῦτο καὶ τὸ λαῶδες καὶ ὄχλον ἔχον ἐν ἡμῖν μέρος, ὅτε τῶν ἐν Αἰγύπτῳ, τουτέστι τῷ σωματικῷ ὄγκῳ, οἰκιῶν ἐφίεται, ἡδοναῖς περιπίπτει θάνατον ἐπαγούσαις, οὐ χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἀλλὰ ψυχῆς ὑπὸ κακίας φθοράν· φησὶ γάρ· „καὶ ἀπέστειλε κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας. καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθνῃσκε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ“ (Num. 21, 6)· ὄντως γὰρ οὐδὲν οὕτως θάνατον ἐπάγει ψυχῇ, ὡς ἀμετρία τῶν ἡδονῶν.